Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 3.21.3 | Hdt. 3.22.3 (English) | >>Hdt. 3.23.2 |
3.22.1
ταῦτα δὲ εἴπας καὶ ἀνεὶς τὸ τόξον παρέδωκε τοῖσι ἥκουσι . λαβὼν δὲ τὸ εἷμα τὸ πορφύρεον εἰρώτα ὅ τι εἴη καὶ ὅκως πεποιημένον · εἰπόντων δὲ τῶν Ἰχθυοφάγων τὴν ἀληθείην περὶ τῆς πορφύρης καὶ τῆς βαφῆς , δολεροὺς μὲν τοὺς ἀνθρώπους ἔφη εἶναι , δολερὰ δὲ αὐτῶν τὰ εἵματα .
3.22.2 δεύτερα δὲ τὸν χρυσὸν εἰρώτα τὸν στρεπτὸν τὸν περιαυχένιον καὶ τὰ ψέλια · ἐξηγεομένων δὲ τῶν Ἰχθυοφάγων τὸν κόσμον αὐτοῦ , γελάσας ὁ βασιλεὺς καὶ νομίσας εἶναι σφέα πέδας εἶπε ὡς παρʼ ἑωυτοῖσι εἰσὶ ῥωμαλεώτεραι τουτέων πέδαι .
3.22.3 τρίτον δὲ εἰρώτα τὸ μύρον · εἰπόντων δὲ τῆς ποιήσιος πέρι καὶ ἀλείψιος , τὸν αὐτὸν λόγον τὸν καὶ περὶ τοῦ εἵματος εἶπε . ὡς δὲ ἐς τὸν οἶνον ἀπίκετο καὶ ἐπύθετο αὐτοῦ τὴν ποίησιν , ὑπερησθεὶς τῷ πόματι ἐπείρετο ὅ τι τε σιτέεται ὁ βασιλεὺς καὶ χρόνον ὁκόσον μακρότατον ἀνὴρ Πέρσης ζώει .
3.22.4 οἱ δὲ σιτέεσθαι μὲν τὸν ἄρτον εἶπον , ἐξηγησάμενοι τῶν πυρῶν τὴν φύσιν , ὀγδώκοντα δὲ ἔτεα ζόης πλήρωμα ἀνδρὶ μακρότατον προκεῖσθαι . πρὸς ταῦτα ὁ Αἰθίοψ ἔφη οὐδὲν θωμάζειν εἰ σιτεόμενοι κόπρον ἔτεα ὀλίγα ζώουσι · οὐδὲ γὰρ ἂν τοσαῦτα δύνασθαι ζώειν σφέας , εἰ μὴ τῷ πόματι ἀνέφερον , φράζων τοῖσι Ἰχθυοφάγοισι τὸν οἶνον · τούτῳ γὰρ ἑωυτοὺς ὑπὸ Περσέων ἑσσοῦσθαι .
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 3.21.3 | Hdt. 3.22.3 (English) | >>Hdt. 3.23.2 |